Οψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ᾿Αριμαθαίας, τοὔνομα ᾿Ιωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ ᾿Ιησοῦ·
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
καὶ λαβὼν τὸ σῶμα ὁ ᾿Ιωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
῏Ην δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
(Κατα Μτθ. 27, 57-61)
















